περὶ φύσεως ἀνθρώπου, ὅτι δὴ μετὰ θεοῦ γνῶσιν ἀναγκαῖον γνῶναί τινα ἑαυτὸν, διόπερ ἐξῆς παιδεύει τί ἄνθρωπος καὶ τί τὸ προάγον αὐτὸν εἰς γνῶσιν καὶ εὐσέβειαν θεοῦ, τίς τε ἡ κατὰ τὸ προηγούμενον ἀνθρώπου ζωή. διελόμενος δῆτα τὸν περὶ ψυχῆς καὶ 316 σώματος λόγον ἐν ψυχῇ μὲν ὁρίζεται τὸν ἀληθῆ ἄνθρωπον, νοερᾶς οὐσίας καὶ ἀσωμάτου καὶ λογικῆς μέτοχον, ὡς ἂν κατ’ εἰκόνα θεοῦ δεδημιουργημένον·
186 σῶμα δὲ γεῶδες εἶναι περίβλημα ψυχῆς· τρίτον δὲ τούτοις προστίθησι προστίθησι, πνοὴν ζωῆς, ἑνωτικήν τινα καὶ τοῦ ἀπὸ γῆς ληφθέντος τῷ κατ’ εἰκόνα θεοῦ πεποιημένῳ συναπτικὴν δύναμιν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.