καὶ θεῷ ἐμφερὲς, ὅπως τε χρῆν ἑκατέρῳ τῶν εἰρημένων d προσφέρεσθαι, μηδὲ ἐνυβρίζειν καὶ ἀσεβεῖν εἰς τὸν κατ’ εἰκόνα τοῦ θεοῦ ἄνθρωπον, μηδέ γε αύτὸν ῥυπαίνειν αἰσχραῖς καὶ παρανόμοις πράξεσι, φέρειν δὲ διὰ παντὸς τῆς πρώτης καὶ τρισμακαρίας ἐκείνης διατριβῆς τε καὶ ζωῆς τὸν πόθον, καὶ σπεύδειν
παλινδρομεῖν παλινδρομεῖν, εὐχὴν ποιουμένους τῆς πρώτης καὶ τρισμακαρίου ζωῆς τε καὶ ἀξίας τυχεῖν· ἀλλὰ καὶ παρασκευάζεσθαι ἐνθένδε ἤδη ἐπὶ τὴν ἐκεῖσε ἀποδημίαν, ὅτι μηδὲ ἄλλως δυνατὸν βεβήλοις καὶ μὴ κεκαθαρμένοις τῶν ἱερῶν ἐκείνων ἐπιβαίνειν, ὧν καὶ ὁ
πρῶτος δι’ ἀπροσεξίαν, θείας καταφρονήσας ἐντολῆς, ἀποπέπτωκεν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.