τὸ ἀποβησόμενον ’ ἒν γὰρ δεῖ τι τούτων ἀποβήσεσθαι. d ἡ γάρ τοι Σαλαμὶς ἡ θείη οὐδὲ ἡττωμένων ἀφήρμοσεν ἂν, ὡς εἰς οἶκτον οὕτως ἐπιφωνουμένη· ἥ τε μέλλουσα τῶν νηῶν μάχη, ἤτοι που σκιδναμένης Δημήτερος ἢ συνιούσης, καταπέπλασται τῇ ποιητικῇ
σεμνολογίᾳ, ἵνα γένηται μάντευμα ἀφώρατον τῷ σοφισμῷ καὶ μὴ εὐθὺς καταφανὲς ᾖ, ὅτι ἐν χειμῶνι μάχη ναυτικὴ οὐ συνίσταται.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.