τὰ Ἐπικούρῳ καὶ περὶ τούτου δοκοῦντα · νυνὶ δὲ τοσοῦτον τοῖς εἰρημένοις προσθήσομεν , ὅτι μάλιστα μὲν τὸ ἀληθεύειν ποτὲ τοὺς καλουμένους μάν- τεις ἐν ταῖς προαγορεύσεσιν οὐκ ἐπιστήμης, ἀλλὰ τυχικῆς αἰτίας ἔργον ἂν εἴη — οὐ γὰρ τὸ μηδεπώποτε
τοῦ προκειμένου τυγχάνειν , ἀλλὰ τὸ μὴ πάντοτε, 138 μηδ’ ὡς ἐπὶ τὸ πλεῖστον, μηδ’ ἐξ ἐπιστήμης, ὅταν τις καί ποτε τυγχάνῃ, τύχης ἔργον καλεῖν προειλήφαμεν 83 οἶ διειληφότες τὰς ὑφ’ ἕκαστον ὄνομα τε- ταγμένας ἐναργεῖς ἐννοίας ἑαυτῶν — ἔπειτα εἰ καὶ
καθ’ ὑπόθεσιν ἦν ἀληθὲς τὸ δὴ τὴν μαντικὴν τῶν μελλόντων ἁπάντων εἶναι θεωρητικήν τε καὶ προα- γορευτικὴν , τὸ μὲν πάντα καθ’ εἱμαρμένην εἶναι συνήγετο ἂν οὕτως, τὸ μέντοι χρειῶδες αὐτῆς καὶ βιωφελὲς οὐκ ἄν ποτε ἐδείκνυτο· διὸ καὶ μάλιστα
δοκεῖ Χρύσιππος ὑμνεῖν τὴν μαντικήν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.