καὶ ὅσα τοιαῦτα συνάγειν εἰς ἀνασκευὴν τῆς περὶ 84 τῶν χρηστηρίων ὑποθέσεως πλείστη τις ἦν περιου- d σία· ἀλλ᾿ οὐ ταύτῃ μοι δοκεῖ τὸν παρόντα μεθοδεῦσαι λόγον, ἀλλ᾿ ᾗπερ ὡρμήθημεν ἀρξάμενοι, ἀληθῆ λέγειν δόντες τοὺς ὑπὲρ αὐτῶν προϊσταμένους, ὡς
ἂν ἐκ τῶν παρ᾿ αὐτοῖς ὁμολογουμένων, μαντεῖά τε εἶναι ἀληθῆ καὶ πυθόχρηστα θεοπρόπια τὰ δηλού- μενα φασκόντων, τὴν ἀκριβῆ τῶν δηλουμένων ἔκ- φάνσιν καταμάθωμεν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.