ἐθέσπιζε λόγια, τὴν ἡμῶν τῶν πάλαι τυφλῶν τὰς ψυχὰς καὶ δαιμόνων πονηρῶν πολυπλόκοις δεσμοῖς πεπεδημένων ἀπολύτρωσιν εὐαγγελιζόμενα. ὅθεν εἰκότως τοὺς τῆς διανοίας ὀφθαλμοὺς πρὸς τοῦ σωτηρίου λόγου καταυγασθέντες , σώφρονές τε καὶ εὐλαβεῖς
βεῖς καὶ συνετοὶ γενόμενοι, καὶ πάντων ἐλεύθεροι κακῶν, οὔτε θύσομεν οὔτε δουλεύσομεν τοῖς τῶν ἐθνῶν νενομισμένοις θεοῖς, οἳ δὴ καὶ ἡμῶν τὸ πρὶν b κατετυράννουν· ἀχθέντες δὲ καὶ προσαχθέντες ὑπὸ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας τῷ μόνῳ καὶ
ἀληθεῖ θεῷ, τῷ δὴ καὶ δεσπότῃ καὶ τροφεῖ, σωτῆρί τε καὶ εὐεργέτῃ , καὶ ἔτι ποιητῇ καὶ δημιουργῷ καὶ παμβασιλεῖ τῶν ὅλων, μόνον τοῦτον ἀληθῆ θεὸν ἡγησόμεθα, καὶ μόνῳ τὸ προσῆκον ἀπονεμοῦμεν σέβας, μόνον γεραίροντες καὶ μόνον αὐτὸν εὐσεβοῦντες,
τες, οὐχ ᾗ τοῖς δαίμοσι φίλον, ἀλλ’ ᾗ τῷ πρὸς αὐτοῦ καταπεμφθέντι πάντων ἀνθρώπων σωτῆρι διὰ τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας παραδέδοται.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.