καὶ τοὺς βωμοὺς αἱμαξάντων , ἀφ’ οὗ λιμῶν τε καὶ πολέμων πειραθέντες αἱμάτων ἥψαντο. τοιγαροῦν τὸ δαιμόνιον, ὥς φησιν ὁ Θεόφραστος , τούτων ἐκατέρων νεμεσῆσαν, ἐπιθεῖναι τὴν πρέπουσαν ἔοικε τιμωρίαν· καθὸ οἶ μὲν ἄθεοι γεγόνασι τῶν ἀνθρώπων,
οἶ δὲ κακόφρονες μᾶλλον ἢ κακόθεοι λεχθέντες b ἂν ἐν δίκῃ, διὰ τὸ φαύλους καὶ μηδὲν ἡμῶν βελτίους ἡγεῖσθαι τὴν φύσιν εἶναι τοὺς θεούς. οὕτως οἱ μὲν ἄθυτοι φαίνονται γενέσθαι τινὲς, οἱ δὲ κακόθυτοι καὶ παρανόμων ἁψάμενοι θυμάτων. "
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.