Ἀσκληπιὸς τὸ σύμβολον · ᾧ τὸ μὲν βάκτρον δεδώκασι, τῆς τῶν καμνόντων ὑπερείσεως καὶ ἀναπαύσεως, ὁ δὲ ὄφις περισπειρᾶται , τῆς περὶ τὸ σῶμα καὶ τὴν ψυχὴν σωτηρίας φέρων σημεῖον· (καὶ μὴν ὑφιστάντες ἡμῖν τὸν κόσμον οἱ φυσικοὶ τὰ περὶ τὴν γῆν ἰλυσπώμενα τῶν ζῴων τῆς παχυτάτης καὶ γεώδους ᾐτιάσαντο οὐσίας·) πνευματικώτατον γὰρ τὸ ζῷόν ἐστι καὶ τὴν ἀσθένειαν τοῦ σώματος ἀποδύεται.
δοκεῖ δὲ καὶ ἰατρικώτατον εἶναι· τῆς γὰρ ὀξυδορκίας εὗρε τὸ φάρμακον καὶ μυθεύεται τῆς ἀναβιώσεως εἰδέναι τινὰ βοτάνην.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.