Ἀπόλλωνα προσεῖπον, ἀπὸ τῆς τῶν ἀκτίνων αὐτοῦ πάλσεως. ἐννέα δὲ ἐπᾴδουσαι αὐτῷ Μοῦσαι, ἥ τε ὑποσελήνιος σφαῖρα καὶ ἑπτὰ πλανητῶν καὶ μία ἡ τῆς ἀπλανοῦς. περιέθεσαν δὲ αὐτῷ τὴν δάφνην, τοῦτο μὲν ὅτι πυρὸς πλῆρες τὸ φυτὸν καὶ διὰ τοῦτο
ἀπεχθὲς δαίμοσι, τοῦτο δὲ ὅτι λάλον καιόμενον, εἰς c παράστασιν τοῦ προφητεύειν τὸν θεόν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.