πρεσβύτερα περιέχουσαι, τό τε πιστὸν τῶν λόγων ἐπαγόμεναι ἀπὸ τῆς εἰσέτι δεῦρο ἐν ταῖς κατὰ Φοινίκην πόλεσί τε καὶ κώμαις κρατούσης τῶν θεῶν προσηγορίας τε καὶ ἱστορίας, τῶν τε παρ’ ἑκάστοις ἐπιτελουμένων μυστηρίων, δῆλον ἂν εἴη ἀπό τε τῆς
τῶν λοιπῶν συγγραφέων καὶ δὴ καὶ τῶν νομιφομένων θεολόγων ὁμολογίας , δι’ ἧς ἐμαρτύρησαν τοὺς παλαιοὺς καὶ πρώτους τὰ περὶ θεῶν συστησαμένους b μηδὲν εἰς φυσικὰς ἀναφέρειν τροπολογίας, μηδ’ ἀλληγορεῖν τοὺς περὶ θεῶν μύθους, ἐπὶ μόνης δὲ τῆς
λέξεως φυλάττειν τὰς ἱστορίας.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.