διὰ τὸ λόγου μετέχειν, ὅς ἐστι φύσει νόμος· τὰ δ’ ἄλλα πάντα γεγονέναι τούτων ἕνεκα. οἷς ἀκολούθως νομιστέον προνοεῖν τῶν ἀνθρώπων τὸν τὰ ὅλα διοικοῦντα θεὸν‚ εὐεργετικὸν ὄντα καὶ χρηστὸν 818 καὶ φιλάνθρωπον‚ δίκαιόν τε καὶ πάσας ἔχοντα τὰς
ἀρετάς.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.