τὸν λόγον ἀναλαβόντας τῶν φυσικῶν φιλοσόφων τὰς ψευδοδοξίας ὁμοῦ καὶ ἀντιδοξίας ἐπισκέψασθαι, οἱ τὴν πολλὴν γῆν πλανηθέντες, καὶ τὴν τοῦ ἀληθοῦς εὕρεσιν περὶ πλείστου πεποιημένοι, ταῖς τε τῶν παλαιῶν ἁπάντων δόξαις καθωμιληκότες, καὶ τἀκριβὲς 432
τῆς παρὰ πᾶσι Φοίνιξί τε καὶ Αἰγυπτίοις αὐτοῖς τε Ἕλλησι πολὺ πρότερον θεολογίας ἐξηκριβωκότες, 740 τίνα τῶν πόνων τὸν καρπὸν εὕροντο παρ’ αὐτῶν ἄξιον ἀκοῦσαι, ὡς ἂν μάθοιμεν εἴ τι θεοπρεπὲς εἰς αὐτοὺς παρὰ τῶν πρεσβυτέρων κατῆλθεν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.