φυσικοὶ καὶ ἄλλοι Ξενοφάνης καὶ Πυθαγόρας, συνακμάσαντες Ἀναξαγόρᾳ, ἀφθαρσίας θεοῦ καὶ ψυχῆς ἀθανασίας ἐφιλοσόφησαν· ἐκ τούτων τε καὶ μετὰ τούτους αἶ τῆς Ἑλλήνων φιλοσοφίας ὑπέστησαν αἱρέσεις, τῶν μὲν τοῖσδε, τῶν δὲ ἑτέροις ἐξηκολουθηκότων,
τινῶν δὲ καὶ ἰδίας δόξας ἐπινενοηκότων. πάλιν δ’ οὖν ὁ Πλούταρχος τὰς περὶ θεῶν ὑπολήψεις b τῶν αὐτῶν τοῦτον γράφει τὸν τρόπον
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.