μνημονεύεται ἐν τοῖς περὶ ἀρχῶν λόγοις νοῦν τὸν πάντων αἴτιον ἀποφήνασθαι. φασὶ γοῦν ὡς ἄρα οὗτος μάλιστα παρὰ τοὺς πρὸ αὐτοῦ ἐθαύμασε φυσιολογίαν· μηλόβοτόν γε τοι τὴν ἑαυτοῦ χώραν δι’ αὐτὴν εἴασε, τόν τε περὶ ἀρχῶν λόγον πρῶτος Ἑλλήνων
διήρθρωσεν. οὐ γὰρ μόνον περὶ τῆς πάντων οὐσίας ἀπεφήνατο, ὡς οἱ πρὸ αὐτοῦ, ἀλλὰ καὶ περὶ τοῦ κινοῦντος αὐτὴν αἰτίου.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.