λόγῳ θεωρητὰ, ταῦτα μέντοι κινεῖσθαι ἐν τῷ κενῷ καὶ διὰ τοῦ κενοῦ· εἶναι δὲ καὶ αὐτὸ τὸ κενὸν ἄπειρον καὶ τὰ σώματα ἄπειρα. συμβεβηκέναι δὲ τοῖς c σώμασι τρία ταῦτα, σχήματα, μέγεθος, βάρος, ἀλλ᾿ ὁ μὲν Δημόκριτος ἔλεγε δύο, μέγεθος καὶ σχῆμα·
ὁ δὲ Ἐπἐκουρος τούτοις καὶ τρίτον βάρος προσέθηκεν. ἀνάγκη γὰρ, φησὶ, κινεῖσθαι τὰ σώματα τῇ τοῦ βάρους πληγῇ, ἐπεὶ οὐ κινηθήσεται. εἶναι δὲ τὰ σχήματα τῶν ἀτόμων περιληπτὰ , οὐκ ἄπειρα· μὴ γὰρ εἶναι μήτε ἀγκιστροειδεῖς , μήτε τριαινοειδεῖς , μήτε
κρικοειδεῖς· ταῦτα γὰρ τὰ σχήματά ἐστιν εὔθραυστα, αἶ δὲ ἄτομοι ἀπαθεῖς, ἄθραυστοι· ἴδια δὲ ἔχειν σχή- d ματα λόγῳ θεωρητά. καὶ εἴρηται ἄτομος οὐχ ὅτι ἐστὶν ἐλαχίστη , ἀλλ᾿ ὅτι οὐ δύναται τμηθῆναι, ἀπαθὴς οὖσα καὶ ἀμέτοχος κενοῦ ’ ὥστε ἐὰν εἴπῃ ἄτομον,
ἄθραυστον λέγει , ἀπαθῆ , ἀμέτοχον κενοῦ. ὅτι δέ ἐστιν ἄτομος σαφές· καὶ γάρ ἐστι στοιχεῖα καὶ ζῷα κενὰ καὶ ἡ μονάς.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.