κάτω θρυλοῦντες τὰ μαθήματα, δεῖν ἐξ ἅπαντος φάσκοντες τοὺς μέλλοντας ἐν πείρᾳ τῆς τοῦ ἀληθοῦς d καταλήψεως γίνεσθαι μετελθεῖν ἀστρονομίαν, ἀριθμητικὴν, γεωμετρίαν, μουσικὴν, αὐτὰ δὴ τὰ παρὰ βαρβάρων εἰς αὐτοὺς ἥκειν ἀποδειχθέντα· τούτων
γὰρ ἄνευ μὴ δύνασθαι λόγιον ἄνδρα καὶ φιλόσοφον ἀποτελεσθῆναι, ἀλλ’ οὐδὲ τῆς τῶν ὄντων ἀληθείας ψαῦσαι, μὴ τούτων ἐν ψυχῇ τῆς γνώσεως προτυπωθείσης·) εἶτ’ ἐπανατεινάμενοι τῇ μαθήσει τῶν εἰρημένων ἐπ’ αὐτοῦ μονονουχὶ τοῦ αἰθέρος βαίνειν μετέωροι
ἀρθέντες οἴονται, ὡς δὴ τὸν θεὸν αὐτὸν ἐν τοῖς ἀριθμοῖς περιφέροντες, ἡμᾶς τε, ὅτι μὴ τὰ ὅμοια ζηλοῦμεν, βοσκημάτων κατ’ οὐδὲν διαφέρειν ἡγοῦνται, ταύτῃ δέ φασι μηδὲ θεὸν, μηδέ τι τῶν σεμνῶν 743 ἡμὰς δύνασθαι εἰδέναι· φέρε τοῦτο πρῶτον οὐκ
ὀρθῶς ἔχον ἀπευθύνωμεν, τὸν ἀληθῆ λόγον ἀντὶ φωτὸς αὐτοῖς παραβάλλοντες.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.