λέγοντος “ἐὰν δὲ εἰσέλθῃς εἰς ἀμπελῶνα τοὐ πλησίον, φαγῇ σταφυλὴν, ὅσον ψυχήν σου ἐμπλησθῆναι, εἴς τ’ ἄγγος οὐκ ἐμβαλεῖς.” καὶ πάλιν “ἐὰν εἰσέλθῃς εἰς ἀμητὸν τοῦ πλησίον σου καὶ συλλέξῃς στάχυς ἐν ταῖς χερσί σου, δρέπανον οὐ μὴ ἐπιβάλλῃς
ἐπὶ τὸν ἀμητὸν τοῦ πλησίον σου.” καὶ αὖθις ἐὰν ἀμήσῃς ἀμητόν σου ἐν τῷ ἀγρῷ σου, καὶ ἐπιλάθῃ δράγμα ἐν τῷ ἀγρῷ σου, οὐκ ἐπαναστραφήσῃ λαβεῖν αὐτό· τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται, ἔνα εὐλογήσῃ σε κύριος ὁ
1 θεός σου ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου. ἐὰν δὲ ἐλαιολογήσῃς, οὐκ ἐπαναστρέψεις καλαμήσασθαι τὰ 714 ὀπίσω σου· τῷ προσηλύτω καὶ τῷ ὀρφανῷ καὶ τῇ) χήρᾳ ἔσται. ἐὰν δὲ τρυγήσῃς τὸν ἀμπελῶνα σου, οὐκ
ἐπανατρυγήσεις τὰ ὀπίσω σου· τῷ προσηλύτῳ καὶ τῇ χήρᾳ ἔσται ταῦτα.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.