οἷα περὶ τῶν φονικόν διατάττεται “ἐὰν τίς τινα, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω. εἰ δὲ οὐχ ἑκὼν, ἀλλ’ ὁ θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτοῦ, δώσω σοι τόπον οὗ φεύξεται ἐκεῖ ὁ φονεύσας. ἐὰν δὲ ἐπίθηταί τις τῷ πλησίον αὐτοῦ ἀποκτεῖναι
αὐτὸν δόλῳ καὶ καταφύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου μου λήψῃ αὐτὸν θανατῶσαι. ὃς τύπτει πατέρα αὐτοῦ, ἢ μητέρα αὐτοῦ, θανάτῳ θανατούσθω. ἐὰν δὲ λοιδορῶνται δύο ἄνδρες, καὶ πατάξῃ τις τὸν b πλησίον αὐτοῦ λίθῳ ἢ πυγμῇ, καὶ μὴ ἀποθάνῃ, κατακλιθῇ
δὲ ἐπὶ τὴν κοίτην, ἐὰν ἐξαναστὰς ὁ ἄνθρωπος περιπατήσῃ ἔξω ἐπὶ ῥάβδου αὐτοῦ, ἀθῷος ἔσται ὁ πατάξας· πλὴν τῆς ἀργίας αὐτοῦ ἀποτίσει καὶ τὰ ἰατρεῖα. ἐὰν δὲ πατάξῃ τις τὸν παῖδα αὐτοῦ ἢ τὴν παιδίσκην αὐτοῦ ἐν ῥάβδῳ, καὶ ἀποθάνῃ ὑπὸ τὰς
χεῖρας αὐτοῦ, δίκῃ ἐκδικηθήσεται. ἐὰν δὲ ἡμέραν 1 μίαν ἢ δύο βιώσῃ, οὐκ ἐκδικηθήσεται· τὸ γὰρ ἀργύριον αὐτοῦ ἐστίν. ἐὰν δὲ πατάξῃ τις τὸν ὀφθαλμὸν τοῦ οἰκέτου, ἢ τὸν ὀφθαλμὸν τῆς θεραπαίνης αὐτοῦ, καὶ ἐκτυφλώσῃ αὐτὸν, ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς c ἀντὶ τοῦ ὀφθαλμοῦ αὐτῶν.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.