καὶ τῷ θερμῷ πρὸς τὸ ψυχρὸν , τῷ τε βαρεῖ πρὸς τὸ κοῦφον, λευκῷ τε πρὸς τὸ μέλαν, γλυκεῖ τε πρὸς τὸ πικρὸν, σκληρῷ τε πρὸς τὸ μαλακὸν , καὶ πᾶσι τοῖς 701 τοιούτοις μίαν ἄλλην πάντων κοινωνίαν , τῇ τε ἀπαθεῖ οὐσίᾳ πρὸς τὴν παθητὴν , τὰ δὲ κραθέντα καὶ
μιχθέντα χωρισμὸν τὸν ἀπ’ ἀλλήλων ἐν χρόνῳ φύσει ἐπιδέχεται, ἡ δὲ ψυχὴ ἐξ ἀπαθοῦς καὶ παθητῆς οὐσίας γεγονέναι ὑποκείσεται, ἀνάγκη ὡς τὸ μέσον χρῶμα οὕτω καὶ ταύτην ἐν χρόνῳ φύσει ἀφανισθῆναι, τῶν ἐν τῇ συστάσει αὐτῆς ἐναντίων ἐπὶ τὴν οἰκείαν
φύσιν ἐπειγομένων.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.