τοῦ Τελαμωνίου, φεύγουσαν ἄνθρωπον γενέσθαι, μεμνημένην τῆς τῶν ὅπλων κρίσεως. τὴν δὲ ἐπὶ b τούτῳ τοῦ Ἀγαμέμνονος, ἐχθρὰν καὶ ταύτην τοῦ ἀνθρωπίνου 409 γένους διὰ τὰ πάθη ἀετοῦ διαλλάξαι βίον. ἐν μέσοις δὲ λαχοῦσαν τὴν Ἀταλάντης ψυχὴν , κατιδοῦσαν
μεγάλας τιμὰς ἀθλητοῦ ἀνδρὸς, οὐ δύνασθαι 1 παρελθεῖν , ἀλλὰ λαβεῖν. μετὰ δὲ ταύτην ἰδεῖν τὴν Ἐπειοῦ τοῦ Πανοπέως εἰς τεχνικῆς γυναικὸς ἰοῦσαν φύσιν πόρρω δὲ ἐν ὑστάτοις ἰδεῖν τὴν τοῦ γελωτοποιοῦ Θερσίτου πίθηκον ἐνδυομένην.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.