ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν οὐ δυναμένων ἀποκτεῖναι. εἰδέναι τε, ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς · ὅτι τε ἐκδημοῦντες ἀπὸ τοῦ σώματος ἐνδημοῦμεν d
τῷ κυρίῳ ” ὃς καὶ πᾶσι τοῖς εἰς αὐτὸν ἠλπικόσιν ἐπήγγελται εἰς κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἀναπαύσεσθαι, μετά τε τῶν ἄλλων παρ’ Ἑβραίοις θεοφιλῶν προφητῶν τε καὶ δικαίων ἐν μακαρίᾳ ζωῇ τὸν μακρὸν αἰῶνα διάξειν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.