οὔσας τὰς πράξεις ἁπάσας καὶ πολλὴν μὲν ἀρετὴν ἐν αὐταῖς οὖσαν, πολλὴν δὲ κακίαν, ἀνώλεθρον δὲ ὂν γενόμενον, ἀλλ’ οὐκ αἰώνιον, ψυχὴν καὶ σῶμα, d καθάπερ οἱ κατὰ νόμον ὄντες θεοί· γένεσις γὰρ οὐκ ἄν ποτε ἦν ζῴων ἀπολομένου τούτοιν θατέρου·) καὶ
τὸ μὲν ὠφελεῖν ἀεὶ πεφυκὸς ὂν ἀγαθὸν ψυχῆς διενοήθη, τὸ δὲ κακὸν βλάπτειν · ταῦτα πάντα ξυνιδὼν ἐμηχανήσατο ποῦ κείμενον ἕκαστον τῶν μερῶν νικῶσαν ἀρετὴν, ἡττωμένην δὲ κακίαν ἐν τῷ παντὶ παρέχοι μάλιστ’ ἂν καὶ ῥᾴστα καὶ ἄριστα.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.