ἢ ἀλλήλων διαφέρετον, ἢ ἐκ τοῦ εἰ βασιλεὺς εὐδαίμων κεκτημένος τε αὖ πολὺ χρυσίον, ἢ βασιλείας d πέρι καὶ ἀνθρωπίνης ὅλως εὐδαιμονίας καὶ ἀθλιότητος ἐπίσκεψιν, ποίω τέ τινε ἐστὸν καὶ τίνα τρόπον ἀνθρώπου φύσει προσήκει τὸ μὲν κτήσασθαι
αὐτοῖν, τὸ δὲ ἀποφυγεῖν· περὶ πάντων τούτων ὅταν αὖ δέῃ λόγον διδόναι τὸν σμικρὸν ἐκεῖνον τὴν ψυχὴν 355 καὶ δριμὺν καὶ δικανικὸν, πάλιν αὖ ἀντίστροφα ἀποδίδωσιν· ἰλιγγιῶν τε ἀπὸ ὑψηλοῦ κρεμασθεὶς καὶ βλέπων μετέωρος ἄνωθεν ὑπὸ ἀηθείας ἀδημονῶν τε
καὶ ἀπορῶν καὶ βαρβαρίζων γέλωτα Θρᾴτταις μὲν οὐ παρέχει, οὐδ’ ἄλλῳ ἀπαιδεύτῳ οὐδενὶ, οὐ γὰρ αἰσθάνονται, τοῖς δ’ ἐναντίως ἢ ὡς ἀνδραπόδοις τραφεῖσι πᾶσιν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.