μυριάδες ἑκάστῳ γεγόνασιν ἀναρίθμητοι, ἐν αἷς b πλούσιοι καὶ πτωχοὶ καὶ βασιλεῖς καὶ δοῦλοι βάρβα- ροί τε Ἕλληνες πολλάκις μυρίοι γεγόνασιν ὁτῳοῦν, ἀλλ’ ἐπὶ πέντε καὶ εἴκοσι καταλόγῳ προγόνων σεμνυ- νομένων, ἢ καὶ ἀναφερόντων εἰς Ἡρακλέα τὸν Ἀμφιτρύωνος, ἄτοπα αὐτῷ καταφαίνεται τῆς σμικρολογίας, ὅτι δὲ ὁ ἀπ’ Ἀμφιτρύωνος εἰς τὸ ἄνω πεντεκαιεικοστὸς τοιοῦτος ἢν, οἴα συνέβαινεν αὐτῷ τύχῃ, καὶ ὁ
πεντηκοστὸς ἀπ’ αὐτοῦ γελᾷ, οὐ δυναμένων λογίζεσθαί τε καὶ χαυνότητα ἀνοήτου ψυχῆς ἀπαλλάττειν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.