νομοθετεῖ φάσκων “καὶ ἐλάλησε κύριος τῷ Ἀαρὼν, λέγων, οἶνον καὶ σίκερα οὐ πίεσθε σὺ καὶ οἷ υἱοί σου μετὰ σοῦ, ἡνίκα ἂν εἰσπορεύησθ᾿ εἰς τὴν σκη- νῆν του μαρτυρίου, ἡ προσπορευομένων ὑμῶν πρὸς τὸ θυσιαστήριον, καὶ οὐ μὴ ἀποθάνητε· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν. ὁ δὲ αὐτὸς καὶ τοῖς εὐχὴν εὐχομένοις νομοθετεῖ λέγων “ ἀνὴρ ἢ γυνὴ, ὃς ἂν μεγάλως εὔξηται εὐχὴν, ἀφαγνίσασθαι ἁγνείαν
c κυρίῳ, ἀπὸ οἴνου καὶ σίκερα ἁγνισθήσεται ’ καὶ ὄξος ἐξ οἴνου, καὶ ὄξος ἐκ σίκερα οὐ πίεται. ’ ἀλλὰ καὶ Σολομῶν τοὺς ἄρχοντας καὶ τοὺς δικαστὰς εἴργει τῆς χρήσεως, λέγων “ μετὰ βουλῆς πάντα ποίει, μετὰ βουλῆς 352 οἰνοπότει. οἶ δυνάσται θυμώδεις εἰσὶν, οἶνον
μὴ πινέτωσαν, ἔνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας καὶ τῶν πόνων. καὶ ὁ ἀπόστολος δὲ νόσων ἕνεκα ἐπιτρέπει Τιμοθέῳ λέγων “ ὀλίγῳ οἴνῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.”
d
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.