ψαλμῶν, οὓς προλαβὼν θείῳ πνεύματι συνέταξε δι’ ᾠδῶν καὶ ὕμνων τίς μὲν ὁ ἀληθῶς μακάριος, τίς δὲ ὁ τούτῳ ἐναντίος παιδεύσας. ἐντεῦθεν γοῦν αὐτῷ 596 καὶ κατάρχεται ἡ βίβλος φήσαντι “ μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν,” καὶ τὰ ὅμοια. ἃ δὴ μεταβαλὼν ὁ Πλάτων’ φησὶ δεῖν τοὺς ποιητὰς λέγειν “ ὡς ὁ μὲν ἀγαθὸς ἀνὴρ σώφρων ὢν καὶ δίκαιος εὐδαίμων ἐστὶ καὶ μακάριος· ἐὰν δὲ ἄρα
350 ᾖ δὲ ἄδικος, ἄθλιός ἐστιν.” ὃ καὶ αὐτὸ πάλιν λιν ὁ Δαβίδ ὧδέ πως ἐξέδωκε διὰ τῶν ψαλμῶν εὶπὼν “ πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν.’ καὶ πάλιν “ μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ.” ἐπὶ ἐπὶλῆς
δ’ ἂν εὕροις ἕκαστα τῶν εἰρημένων τῷ φιλοσόφῳ b πρὸς λέξιν κείμενα δι’ ὅλης τῆς ἱερὰς τῶν ψαλμῶν γραφῆς.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.