οὐσίαν, οὐκ ὀρθῶς. λέγομεν γὰρ δὴ ὡς ἦν, ἐστί τε καὶ ἔσται. τῇ δὲ τὸ ἔστι μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει · τὸ δὲ ἦν καὶ τὸ ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν οὖσαν πρέπει λέγεσθαι· κινήσεις γάρ ἐστον. τὸ δὲ ἀεὶ κατὰ τὰ αὐτὰ ἔχον ἀκινήτως οὔτε
1 2 πρεσβύτερον οὔτε νεώτερον προσήκει γίνεσθαι διάχρόνον, 525 οὐδὲ γενέσθαι ποτὲ, οὐδὲ γεγονέναι νῦν, οὐδ’ εἰσαῦθις ἔσεσθαι τὸ παράπαν, οὐδ’ ὅσα γένεσις τοῖς ἐν αἰσθήσει φερομένοις προσῆψεν, ἀλλὰ χρόνου ταῦτα,
αἰῶνα μιμουμένου καὶ κατ’ ἀριθμὸν κυκλουμένου, γέγονεν εἴδη. καὶ πρὸς τούτοις ἔτι τὰ τοιάδε · τὸ γεγονὸς εἷναι γεγονὸς, καὶ τὸ γιγνόμενον εἶναι γιγνόμενον· ἔτι τε τὸ γενησόμενον εἶναι γενησόνενον.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.