παρὰ Μωσεῖ φῆσαν λόγιον ἐγώ εἰμι ὁ ὤν” μεταποιήσας διὰ τοῦ τί τὸ ὂν ἀεὶ, γένεσιν δὲ οὐκ ἔχον; καὶ τοῦτό γε λευκότερον διασαφήσας ἐν τῷ φάναι, μηδ’ ἄλλο εἶναι τὸ ὂν ἢ τὸ οὐ σαρκὸς ὀφθαλμοῖς ὁρώμενον, νῷ δὲ καταλαμβανόμενον. ἐρωτήσας γοῦν
τί τὸ ὂν, αὐτὸς ἑαυτῷ ἀποκρίνεται, λέγων “ τὸ δὴ νοήσει μετὰ λόγου περιληπτὸν ὄν. ”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.