γὰρ πάντη καθαρὸν καὶ ἀσώματον καὶ θεῖον καὶ λογικὸν οὐ μόνον τῶν πρόσθεν γενομένων τὴν μνήμην, d , ἀλλὰ καὶ τῶν μελλόντων ἔσεσθαι τὴν γνῶσιν, δι’ ἄκραν ἀρετὴν θεωρίας περιείληφε. τὸ δ’ ἐν σαρξὶ πεπιλημένον, ὀστέοις τε καὶ νεύροις καταπεπαρμένον,
ὄγκον τε μέγαν καὶ βαρὺν ἐπηχθισμένον τὸ σῶμα, λήθης πολλῆς καὶ ἀμαθίας συνιδὼν ὁ Ἑβραίοις λόγιος εὐθυβόλῳ κέκληκε προσρήματι Ἐνὼς ἐπονομάσας, ὅπερ δηλοῖ τὸν ἐπιλήσμονα.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.