ὑπὲρ πηδαλίων ὑψίζυγος τοῖς οἴαξι διιθύνει 1 τὴν ναῦν ἐφεζόμενος, ὄμματα δ᾿ αὐτοῦ καὶ νοῦς d εὐθὺ τοῦ αἰθέρος ξυντέταται πρὸς τὰ μετάρσια, καὶ ἡ ὁδὸς αὐτῷ ἄνω δι᾿ οὐρανοῦ ἄπεισι, πλέοντι κάτω κατὰ τὴν θάλατταν· οὕτω καὶ ὁ δημιουργὸς τὴν ὕλην, τοῦ μήτε διακροῦσαι μήτε ἀποπλαγχθῆναι αὐτὴν,
ἁρμονίᾳ ξυνδησάμενος αὐτὸς μὲν ὑπὲρ ταύτης ἔδρυται, οἷον ὑπὲρ νεὼς ἐπὶ θαλάττης, τῆς ὕλης· τὴν ἁρμονίαν δὲ ἰθύνει, ταῖς ἰδέαις οἰακίζων, βλέπει τε ἀντὶ τοῦ οὐρανοῦ εἰς τὸν ἄνω θεὸν προσαγόμενον αὐτοῦ τὰ ὄμματα , λαμβάνει τε τὸ μὲν κριτικὸν ἀπὸ
τῆς θεωρίας, τὸ δὲ ὁρμητικὸν ἀπὸ τῆς ἐφέσεως.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.