αὐτοῖς τὰ ἀπὸ τῆς τοῦ Δαβὶδ προφητείας πάλαι παρ’ Ἑβραίοις τοῦτον ᾀδόμενα τὸν τρόπον “ ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας. ἐπληρώθη ἡ γῆ τῆς κτίσεως σου · πάντα πρός 538 σε προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτοῖς εἰς εὔκαιρον.
δόντος σου αὐτοῖς συλλέξουσιν , ἀνοίξαντος δέ σου τὴν χεῖρα τὰ πάντα πληρωθήσεται χρηστότητος. ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται. ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι καὶ εἰς τὸν χοῦν αὑτῶν ἐπιστρέψουσιν. ἐξαποστελεῖς
τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.