ἀέρι γένεσις , ἀλλ᾿ ἔτι σαφέστερον ἐπ᾿ αὐτῶν ἡμῶν· φθείρεται μὲν ὁ ἀκμάζων γενομένου γέροντος, ἐφθάρη δὲ ὁ νέος εἰς τὸν ἀκμάζοντα, καὶ ὁ παῖς εἰς τὸν νέον, εἰς δὲ τὸν παῖδα τὸ νήπιον , ὁ δὲ χθὲς εἰς τὸν σήμερον τέθνηκεν, ὁ δὲ σήμερον εἰς τὸν αὔριον · μένει d
δὲ οὐδὲ εἶς, οὐδὲ ἔστιν εἷς, ἀλλὰ γινόμεθα πολλοὶ, περὶ ἔν τι φάντασμα καὶ κοινὸν ἐκμαγεῖον ὕλης περιελαυνομένης καὶ ὀλισθαινούσης.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.