τῇ Φοινικικῇ θεολογίᾳ ὡς ἄρα Φοινίκων οἶ πρῶτοι φυσικοὶ ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς πλανήτας ἀστέρας καὶ τὰ στοιχεῖα καὶ τὰ τούτοις συναφῆ θεοὺς μόνους ἐγίνωσκον, καὶ ὅτι τούτοις οἶ παλαίτατοι τὰ τῆς γῆς ἀφιέρωσαν βλαστήματα, καὶ θεοὺς ἐνόμισαν,
καὶ προσεκύνουν ταῦτα, ἀφ’ ὧν αὐτοί τε διεγίνοντο b καὶ οἶ ἑπόμενοι, καὶ οἱ πρὸ αὐτῶν πάντες, καὶ χοὰς καὶ ἐπιχύσεις ἐτέλουν· ἔλεον δὲ καὶ οἶκτον καὶ κλαυθμὸν βλαστήματι γῆς ἀπιόντι καθιέρουν, καὶ γενέσει ζῴων ἐκ γῆς πρώτῃ καὶ τῇ ἐξ ἀλλήλων καὶ
τελευτῇ, καθ’ ἣν τοῦ ζῆν ἀπήρχοντο.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.