Ἰευώ· ὃς Ἀβιβάλῳ τῷ βασιλεῖ Βηρυτίων τὴν ἱστορίαν ἀναθεὶς ὑπ’ ἐκείνου καὶ τῶν κατ’ αὐτὸν ἐξεταστῶν τῆς ἀληθείας παρεδέχθη. οἱ δὲ τούτων χρόνοι b καὶ πρὸ τῶν Τρωïκῶν πίπτουσι χρόνων, καὶ σχεδὸν τοῖς Μώσεως πλησιάζουσιν, ὡς αἶ τῶν Φοινίκης βασιλέων
σιλέων μηνύουσι διαδοχαί. Σαγχουνιάθων δὲ κατὰ τὴν Φοινίκων διάλεκτον φιλαληθῶς πᾶσαν τὴν παλαιὰν ἱστορίαν ἐκ τῶν κατὰ πόλιν ὑπομνημάτων καὶ τῶν ἐν τοῖς ἱεροῖς ἀναγραφῶν συναγαγὼν δὴ καὶ συγγράψας ἐπὶ Σεμιράμεως γέγονε τῆς Ἀσσυρίων βασιλίδος, ἣ πρὸ τῶν Ἰλιακῶν, ἢ κατ’ αὐτούς γε τοὺς χρόνους γενέσθαι ἀναγέγραπται. τὰ δὲ τοῦ Σαγχουνιάθωνος c εἰς Ἑλλάδα γλῶσσαν ἡρμήνευσε Φίλων ὁ
Βύβλιος.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.