ἄνωθεν δὲ ὅλως ἐξ ἀπείρου χρόνου προκατέχεσθαι 24 τῇ ἀνάγκῃ πάνθ’ ἀπλῶς τὰ γεγονότα καὶ ὄντα καὶ ἐσόμενα. ἡλίου δὲ καὶ σελήνης γένεσίν φησι, κατ’ ἰδίαν φέρεσθαι ταῦτα μηδέπω τοπαράπαν ἔχοντα θερμὴν φύσιν, μηδὲ μὴν καθόλου λαμπροτάτην, τούναντίου
δὲ ἐξωμοιωμένην τῇ περὶ τὴν γῆν φύσει· γεγονέναι γὰρ ἑκάτερον τούτων πρότερον ἔτι κατ’ ἰδίαν ὑποβολήν τινα κόσμου, ὕστερον δὲ μεγεθοποιουμένου τοῦ περὶ τὸν ἥλιον κύκλου ἐναποληφθῆναι ἐν αὐτῶ τὸ πῦρ.”
b
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.