ἄπειρον δὲ, ὅτι ἀΐδιον, οὐ γὰρ ἔχειν ἀρχὴν ὅθεν 17 ἤρξατο, οὐδὲ πέρας, οὐδὲ τελευτήν· ἀλλ’ οὐδὲ κινήσεως 25 μετέχειν τὸ πὰν. κινεῖσθαι γὰρ ἀδύνατον, μὴ μεθιστάμενον· μεθίστασθαι δὲ ἀναγκαῖον ἤτοι εἰς πλῆρες ἢ εἰς κενόν. πυκνούμενον δὲ τὸν αἰθέρα
ποιεῖν νεφέλας, εἶτα ὕδωρ, ὃ καὶ κατιὸν ἐπὶ τὸν ἥλιον σβεννύναι αὐτόν· καὶ πάλιν ἀραιούμενον ἐξάπτεσθαι. χρόνῳ δὲ πήγνυσθαι τῷ ξηρῷ τὸν ἥλιον, καὶ ποιεῖν ἐκ τοῦ λαμπροῦ ὕδατος ἀστέρας, νύκτα τε καὶ ἡμέραν ἐκ τῆς σβέσεως καὶ ἐξάψεως, καὶ καθόλου
τὰς ἐκλείψεις ἀποτελεῖν.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.