εἰδέναι, ὀλίγων ἐκτὸς ἀνδρῶν τῶν παρ’ Ἑβραίοις μνημονευομένων, οἳ διανοίας καθαρωτάτοις ὄμμασι πᾶν τὸ ὁρώμενον ὑπερκύψαντες τὸν κοσμοποιὸν καὶ τῶν ὅλων δημιουργὸν ἐσεβάσθησαν, ὑπερθαυμάσαντες τῆς τοσαύτης αὐτὸν σοφίας τε καὶ δυνάμεως, ἣν ἐκ τῶν ἔργων ἐφαντάσθησαν, καὶ μόνον εἶναι θεὸν πεισθέντες μόνον εἰκότως ἐθεολόγησαν, τὴν ἀληθῆ καὶ πρώτην καὶ μόνην ταύτην εὐσέβειαν παῖς παρὰ πατρὸς
διαδεξάμενοι καὶ φυλάξαντες.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.