εὖ τὰ πάντων τῶν ἐθνῶν νόμιμα κεῖται, αὐτὰ ἐκεῖνα τὰ πρὶν θηριώδη καὶ βάρβαρα, ὡς Πέρσάς μητρογαμεῖν τοὺς αὐτῷ μαθητευθέντας, μηδ’ c ἀνθρωποβορεῖν Σκύθας διὰ τὸν καὶ μέχρις αὐτῶν ἐλθόντα τοῦ Χριστοῦ λόγον, μηδ’ ἄλλα γένη βαρβάρων
ἐκθέσμως θυγατράσι καὶ ἀδελφαῖς μίγνυσθαι, 9 μηδ’ ἄρρενας ἄρρεσιν ἐπιμαίνεσθαι καὶ τὰς παρὰ φύσιν ἡδονὰς μετιέναι, μηδὲ κυσὶ καὶ οἰωνοῖς τοὺς οἰκείους νεκροὺς προτιθέναι τοὺς πάλαι τοῦτο πράττοντας, μηδ᾿ ἀγχόνῃ τοὺς γεγηρακότας ὥσπερ οὖν πρότερον, παραβάλλειν, μηδὲ σάρκας νεκρῶν τῶν
φιλτάτων κατὰ τὸ παλαιὸν ἔθος θοινᾶσθαι, μηδ᾿ ἀνθρωποθυτεῖν ὡς θεοῖς τοῖς δαίμοσι κατὰ τοὺς παλαιοὺς, μηδὲ τὰ φίλτατα κατασφάττειν ἐπ᾿ εὐσεβείας d ὑπολήψει.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.