τῆς δὲ Ἀθηνᾶς γνώμῃ καὶ Ἑρμοῦ κατεσκεύασε Κρόνος ἐκ σιδήρου ἅρπην καὶ δόρυ. εἶτα ὁ Ἑρμῆς τοῖς τοῦ Κρόνου συμμάχοις λόγους μαγείας διαλεχθεὶς πόθον ἐνεποίησε τῆς κατὰ τοῦ Οὐρανοῦ μάχης ὑπὲρ τῆς Γῆς. καὶ οὕτω Κρόνος τὸν Οὐρανὸν πολέμῳ
συμβαλὼν τῆς ἀρχῆς ἤλασε καὶ τὴν βασιλείαν διεδέξατο. ἑάλω δὲ καὶ ἐν τῇ μάχῃ ἡ ἐπέραστος τοῦ 37 Οὐρανοῦ σύγκοιτος ἐγκύμων οὖσα, ἣν ἐκδίδωσιν ὁ Κρόνος Δαγῶνι πρὸς γάμον.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.