106a
Ἀλλ’ ὅτι μὲν Ἰουδαίων μόνων ἐμέλησε τῷ
106b
θεῷ τὸ ἐξ ἀρχῆς καὶ κλῆρος αὐτοῦ γέγονεν οὗτος ἐξαίρετος, οὐ Μωυσῆς μόνον καὶ Ἰησοῦς, ἀλλὰ καὶ Παῦλος εἰρηκὼς φαίνεται· καίτοι τοῦτο ἄξιον θαυμάσαι περὶ τοῦ Παύλου. πρὸς γὰρ τύχας, ὥσπερ χρῶτα οἱ πολύποδες πρὸς τὰς πέτρας, ἀλλάττει τὰ περὶ θεοῦ δόγματα, ποτὲ μὲν Ἰουδαίους μόνον τὴν τοῦ θεοῦ κληρονομίαν εἶναι διατεινόμενος, πάλιν δὲ τοὺς Ἕλληνας ἀναπείθων αὑτῷ προστίθεσθαι, λέγων·
Μὴ Ἰουδαίων ὁ θεὸς μόνον, ἀλλὰ καὶ ἐθνῶν· ναὶ καὶ ἐθνῶν. δίκαιον
106c
οὖν ἐρέσθαι τὸν Παῦλον, εἰ μὴ τῶν Ἰουδαίων ἦν ὁ θεὸς μόνον, ἀλλὰ καὶ τῶν ἐθνῶν, τοῦ χάριν πολὺ μὲν εἰς τοὺς Ἰουδαίους ἔπεμπε τὸ προφητικὸν χάρισμα καὶ τὸν Μωυσέα καὶ τὸ χρῖσμα καὶ τοὺς προφήτας καὶ τὸν νόμον καὶ τὰ παράδοξα καὶ τὰ τεράστια τῶν μύθων; ἀκούεις γὰρ αὐτῶν βοώντων·
Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος. ἐπὶ τέλους δὲ καὶ τὸν Ἰησοῦν ἔπεμψεν ἐκείνοις, ἡμῖν δὲ οὐ προφήτην, οὐ χρῖσμα, οὐ διδάσκαλον, οὐ κήρυκα περὶ τῆς μελλούσης ὀψέ ποτε γοῦν ἔσεσθαι
106d
καὶ εἰς ἡμᾶς ἀπʼ αὐτοῦ φιλανθρωπίας. ἀλλὰ καὶ περιεῖδεν ἐτῶν μυριάδας, εἰ δὲ ὑμεῖς βούλεσθε, χιλιάδας ἐν ἀγνωσίᾳ τοιαύτῃ τοῖς εἰδώλοις, ὥς φατε, λατρεύοντας τοὺς ἀπὸ ἀνίσχοντος ἡλίου μέχρι δυομένου καὶ τοὺς ἀπὸ τῶν ἄρκτων ἄχρι μεσημβρίας ἔξω καὶ μικροῦ γένους οὐδὲ πρὸ δισχιλίων ὅλων ἐτῶν ἐν ἑνὶ μέρει συνοικισθέντος τῆς Παλαιστίνης. εἰ γὰρ πάντων ἡμῶν ἐστι θεὸς καὶ πάντων δημιουργὸς ὁμοίως, τί περιεῖδεν
100c
ἡμᾶς; προσήκει τοίνυν τὸν τῶν Ἑβραίων θεὸν οὐχὶ δὴ παντὸς κόσμου γενεσιουργὸν ὑπάρχειν οἴεσθαι καὶ κατεξουσιάζειν τῶν ὅλων, συνεστάλθαι δέ, ὡς ἔφην, καὶ πεπερασμένην ἔχοντα τὴν
106a
ἀρχὴν ἀναμὶξ τοῖς ἄλλοις νοεῖσθαι θεοῖς. ἔτι
106d
προσέξομεν ὑμῖν, ὅτι τὸν τῶν ὅλων θεὸν ἄχρι ψιλῆς γοῦν ἐννοίας ὑμεῖς ἢ τῆς ὑμετέρας τις ἐφαντάσθη ῥίζης; οὐ μερικὰ πάντα ταῦτά ἐστι; θεὸς ζηλωτής· ζηλοῖ γὰρ διὰ τί καὶ ἁμαρτίας ἐκδικῶν πατέρων ἐπὶ τέκνα;