405a
Ὀδυσσεῖ μὲν ἐξήρκει τοῦ παιδὸς τὴν ἐφ’ αὑτῷ
405b
φαντασίαν ἀναστέλλοντι λέγειν
οὔτις τοι θεός εἰμι· τί μ’ ἀθανάτοισιν ἐίσκεις;
ἐγὼ δὲ οὐδ’ ἐν ἀνθρώποις εἶναι φαίην ἂν ὅλως, ἕως ἂν Ἰαμβλίχῳ μὴ συνῶ. ἀλλ’ ἐραστὴς μὲν εἶναι σὸς ὁμολογῶ, καθάπερ ἐκεῖνος τοῦ Τηλεμάχου
405c
πατήρ. κἂν γὰρ ἀνάξιόν με λέγῃ τις εἶναι, οὐδὲ οὕτω τοῦ ποθεῖν ἀφαιρήσεται· ἐπεὶ καὶ ἀγαλμάτων καλῶν ἀκούω πολλοὺς ἐραστὰς γενέσθαι μὴ μόνον τοῦ δημιουργοῦ τὴν τέχνην μὴ βλάπτοντας, ἀλλὰ καὶ τῷ περὶ αὐτὰ πάθει τὴν ἔμψυχον ἡδονὴν τῷ ἔργῳ προστιθέντας. τῶν γε μὴν παλαιῶν καὶ σοφῶν ἀνδρῶν, οἷς ἡμᾶς ἐγκρίνειν ἐθέλεις παίζων, τοσοῦτον ἀπέχειν ἂν
405d
φαίην, ὁπόσον αὐτῷ σοι τῶν ἀνδρῶν μετεῖναι πιστεύω. καίτοι σύ γε οὐ Πίνδαρον μόνον οὐδὲ Δημόκριτον ἢ Ὀρφέα τὸν παλαιότατον, ἀλλὰ καὶ ξύμπαν ὁμοῦ τὸ Ἑλληνικόν, ὁπόσον εἰς ἄκρον φιλοσοφίας ἐλθεῖν μνημονεύεται, καθάπερ ἐν λύρᾳ ποικίλων φθόγγων ἐναρμονίῳ συστάσει πρὸς τὸ ἐντελὲς τῆς μουσικῆς κεράσας ἔχεις.
406a
καὶ ὥσπερ Ἄργον τὸν φύλακα τῆς Ἰοῦς οἱ μῦθοι
πρόνοιαν ἔχοντα τῶν Διὸς παιδικῶν ἀκοιμήτοις πανταχόθεν ὀμμάτων βολαῖς περιφράττουσιν, οὕτω καὶ σὲ γνήσιον ἀρετῆς φύλακα μυρίοις παιδεύσεως ὀφθαλμοῖς ὁ λόγος φωτίζει. Πρωτέα μὲν δὴ τὸν Αἰγύπτιόν φασι ποικίλαις μορφαῖς ἑαυτὸν ἐξαλλάττειν, ὥσπερ δεδιότα μὴ λάθῃ τοῖς δεομένοις
406b
ὡς ἦν σοφὸς ἐκφήνας· ἐγὼ δὲ εἴπερ ἦν ὄντως σοφὸς ὁ Πρωτεὺς καὶ οἷος πολλὰ τῶν ὄντων γινώσκειν, ὡς Ὅμηρος λέγει, τῆς μὲν φύσεως αὐτὸν ἐπαινῶ, τῆς γνώμης δ’ οὐκ ἄγαμαι, διότι μὴ φιλανθρώπου τινός, ἀλλ’ ἀπατεῶνος ἔργον ἐποίει κρύπτων ἑαυτόν, ἵνα μὴ χρήσιμος ἀνθρώποις ᾖ. σὲ δέ, ὦ γενναῖς, τίς οὐκ ἂν ἀληθῶς θαυμάσειεν, ὡς οὐδέν τι τοῦ Πρωτέως τοῦ σοφοῦ
406c
μείων εἶ, εἰ μὴ καὶ μᾶλλον εἰς ἀρετὴν ἄκραν τελεσθεὶς ὧν ἔχεις καλῶν οὐ φθονεῖς ἀνθρώποις ,ἀλλ’ ἡλίου καθαροῦ δίκην ἀκτῖνας σοφίας ἀκραιφνοῦς ἐπὶ πάντας ἄγεις, οὐ μόνον παροῦσι τὰ εἰκότα ξυνών, ἀλλὰ καὶ ἀπόντας ἐφ’ ὅσον ἔξεστι τοῖς παρὰ σαυτοῦ σεμνύνων. νικῴης δ’ ἂν οὕτω καὶ τὸν Ὀρφέα τὸν καλὸν οἷς πράττεις, εἴγε ὁ μὲν τὴν οἰκείαν μουσικὴν εἰς τὰς τῶν θηρίων ἀκοὰς κατανάλισκε, σὺ δ’ ὥσπερ ἐπὶ
406d
σωτηρίᾳ τοῦ κοινοῦ τῶν ἀνθρώπων γένους τεχθείς, τὴν Ἀσκληπιοῦ χεῖρα πανταχοῦ ζηλῶν, ἅπαντα ἐπέρχῃ λογίῳ τε καὶ σωτηρίῳ νεύματι.
ὥστ’ ἔμοιγε δοκεῖ καὶ Ὅμηρος, εἰ ἀνεβίω, πολλῷ δικαιότερον ἂν ἐπὶ σοὶ τὸ ἔπος αἰνίξασθαι τὸ
εἷς δ’ ἔτι που ζωὸς κατερύκεται εὐρέι κόσμῳ.
τῷ γὰρ ὄντι τοῦ παλαιοῦ κόμματος ἡμῖν οἱονεὶ σπινθήρ τις ἱερὸς ἀληθοῦς καὶ γονίμου παιδεύσεω ςὑπὸ σοὶ μόνῳ ζωπυρεῖται. καὶ εἴη γε, Ζεῦ σῶτερ
407a
καὶ Ἑρμῆ λόγιε, τὸ κοινὸν ἁπάσης τῆς οἰκουμένης ὄφελος, Ἰάμβλιχον τὸν καλόν, ἐπὶ μήκιστον χρόνου τηρεῖσθαι. πάντως που καὶ ἐφ’ Ὁμήρῳ καὶ Πλάτωνι καὶ Σωκράτει καὶ εἴ τις ἄλλος ἄξιος τοῦ χοροῦ τούτου, δικαίας εὐχῆς ἐπίτευγμα τοῖς πρότερον εὐτυχηθὲν οὕτω τοὺς ἐκείνων καιροὺς ἐπὶ μεῖζον ηὔξησεν. οὐδὲν δὴ κωλύει καὶ ἐφ’ ἡμῶν ἄνδρα καὶ λόγῳ καὶ βίῳ τῶν
407b
ἀνδρῶν ἐκείνων ἀντάξιον ὑφ’ ὁμοίαις εὐχαῖς ἐς τὸ ἀκρότατον τοῦ γήρως ἐπ’ εὐδαιμονίᾳ τῶν ἀνθρώπων παραπεμφθῆναι.