Τί τοῦτο οὖν ἐστιν ὅ φημί σοι νῦν ἐπιτρέπειν; ἄρχειν τῶν περὶ τὴν Ἀσίαν ἱερῶν ἁπάντων αἱρουμένῳ
453a
τοὺς καθ’ ἑκάστην πόλιν ἱερέας καὶ ἀπονέμοντι τὸ πρέπον ἑκάστῳ. πρέπει δὲ ἐπιείκεια μὲν πρῶτον ἄρχοντι χρηστότης τε ἐπ’ αὐτῇ καὶ φιλανθρωπία πρὸς τοὺς ἀξίους αὐτῶν τυγχάνειν. ὡς ὅστις γε ἀδικεῖ μὲν ἀνθρώπους, ἀνόσιος δ’ ἐστὶ πρὸς θεούς, θρασὺς δὲ πρὸς πάντας, ἢ διδακτέος μετὰ παρρησίας ἐστὶν ἢ μετ’ ἐμβριθείας κολαστέος. ὅσα μὲν οὖν χρὴ κοινῇ συντάξαι περὶ τῶν ἱερέων ἁπάντων ἐντελέστερον, αὐτίκα μάλα σὺν τοῖς ἄλλοις εἴσει, μικρὰ δὲ τέως ὑποθέσθαι σοι βούλομαι.
453b
δίκαιος δὲ εἶ πείθεσθαί μοι τὰ τοιαῦτα. καὶ γὰρ οὐδὲ ἀποσχεδιάζω τὰ πολλὰ τῶν τοιούτων, ὡς ἴσασιν οἱ θεοὶ πάντες, ἀλλά, εἴπερ τις ἄλλος, εὐλαβής εἰμι καὶ φεύγω τὴν καινοτομίαν ἐν ἅπασι μέν, ὡς ἔπος εἰπεῖν, ἰδίᾳ δὲ ἐν τοῖς πρὸς τοὺς θεούς, οἰόμενος χρῆναι τοὺς πατρίους ἐξ ἀρχῆς φυλάττεσθαι νόμους, οὓς ὅτι μὲν ἔδοσαν οἱ θεοί, φανερόν· οὐ γὰρ ἂν ἦσαν οὕτω καλοὶ παρὰ ἀνθρώπων
453c
ἁπλῶς γενόμενοι. συμβὰν δὲ αὐτοὺς ἀμεληθῆναι καὶ διαφθαρῆναι πλούτου καὶ τρυφῆς ἐπικρατησάν των, οἶμαι δεῖν ὥσπερ ἀφ’ ἑστίας ἐπιμεληθῆναιτῶν τοιούτων. ὁρῶν οὖν πολλὴν μὲν ὀλιγωρίαν οὖσαν ἡμῖν πρὸς τοὺς θεούς, ἅπασαν δὲ εὐλάβειαν τὴν εἰς τοὺς κρείττονας ἀπεληλαμένην ὑπὸ τῆς ἀκαθάρτου καὶ χυδαίας τρυφῆς, ἀεὶ μὲν ὠδυράμην ἐγὼ κατ’ ἐμαυτὸν τὰ τοιαῦτα, τοὺς μὲν τῇ Ἰουδαίων εὐσεβείας σχολῇ προσέχοντας
453d
οὕτω διαπύρους, ὡς αἱρεῖσθαι μὲν ὑπὲρ αὐτῆς θάνατον, ἀνέχεσθαι δὲ πᾶσαν ἔνδειαν καὶ λιμόν, ὑείων ὅπως μὴ γεύσαιντο μηδὲ πνικτοῦ μηδ’ ἄρα τοῦ ἀποθλιβέντος· ἡμᾶς δὲ οὕτω ῥᾳθύμως τὰ πρὸς τοὺς θεοὺς διακειμένους, ὥστε ἐπιλελῆσθαι μὲν τῶν πατρίων, ἀγνοεῖν δὲ λοιπόν, εἰ καὶ ἐτάχθη πώποτέ τι τοιοῦτον. ἀλλ’ οὗτοι μὲν ἐν μέρει θεοσεβεῖς ὄντες, ἐπείπερ θεὸν τιμῶσι τὸν ὡς
454a
ἀληθῶς ὄντα δυνατώτατον καὶ ἀγαθώτατον, ὃς ἐπιτροπεύει τὸν αἰσθητὸν κόσμον, ὃν εὖ οἶδ’ ὅτι καὶ ἡμεῖς ἄλλοις θεραπεύομεν ὀνόμασιν, εἰκότα μοι δοκοῦσι ποιεῖν, τοὺς νόμους μὴ παραβαίνοντες, ἐκεῖνο δὲ μόνον ἁμαρτάνειν, ὅτι μὴ καὶ τοὺς ἄλλους θεοὺς, ἀρέσκοντες τούτῳ μάλιστα τῷ θεῷ, θεραπεύουσιν, ἀλλ’ ἡμῖν οἴονται τοῖς ἔθνεσιν ἀποκεκληρῶσθαι
454b
μόνοις αὐτούς, ἀλαζονείᾳ βαρβαρικῇ πρὸς ταυτηνὶ τὴν ἀπόνοιαν ἐπαρθέντες· οἱ δὲ ἐκ τῆς Γαλιλαίας δυσσεβείας ὥσπερ τι νόσημα τῷ. βίῳ τὴν ἑαυτῶν