450a
τοῦθ’ ὅπερ ὑπάρχει τοῖς ξύλοις, οὐκ ἄξιόν
450b
ἐστι νέμειν ἀνθρώποις; ὑποκείσθω γὰρ ἄνθρωπον ἱερωσύνης ἀντειλῆφθαι τυχὸν οὐκ ἄξιον· οὐ χρὴ φείδεσθαι μέχρι τοσούτου, μέχρις ἂν ἐπιγνόντες ὡς πονηρός ἐστι καὶ τῆς λειτουργίας αὐτὸν εἴρξαντες τὸ προπετῶς ἴσως προστεθὲν ὄνομα τοῦ ἱερέως ὑπεύθυνον ἀποδείξωμεν ὕβρει καὶ κολάσει καὶ ζημίᾳ; ταῦτα εἰ μὲν ἀγνοεῖς, οὐδὲ
450c
τῶν ἄλλων ἔοικας εἰδέναι τι τῶν μετρίων. ἐπεὶ σοὶ ποῦ μέτεστιν ἐμπειρίας ὅλως τῶν δικαίων, ὃς οὐκ οἶσθα τί μὲν ἱερεύς, τί δὲ ἰδιώτης; ποῦ δέ σοι μέτεστι σωφροσύνης, ὅσπερ ᾐκίσω τοῦτον, ᾧ καὶ θώκων ἐχρῆν ἐξανίστασθαι; ὃ αἴσχιστον
ἁπάντων καί σοι μάλιστα μήτε πρὸς θεοὺς μήτε πρὸς ἀνθρώπους ἔχον καλῶς. οἱ μὲν τῶν Γαλιλαίων ἴσως ἐπίσκοποι καὶ πρεσβύτεροι συγκαθίζουσί σοι, καὶ εἰ μὴ δημοσίᾳ δι’ ἐμέ,
450d
λάθρᾳ καὶ ἐν τῷ οἴκῳ· διὰ σὲ δὲ τέτυπται ὁ ἱερεύς· οὐ γὰρ ἂν ἦλθεν ἐπὶ ταύτην ὁ παρ’ ὑμῖν ἀρχιερεὺς μὰ Δία τὴν δέησιν. ἀλλ’ ἐπειδή σοι πέφηνε μυθώδη τὰ παρ’ Ὁμήρῳ, τῶν τοῦ Διδυμαίου δεσπότου χρησμῶν ἐπάκουσον, εἴ σοι φανείη πάλαι μὲν ἔργῳ νουθετήσας καλῶς τοὺς Ἕλληνας, ὕστερον δὲ τοὺς οὐ σωφρονοῦντας διδάσκων τοῖς λόγοις·
451a
Ὅσσοι ἐς ἀρητῆρας ἀτασθαλίῃσι νόοιο
Ἀθανάτων ῥέζους̓ ἀποφώλια, καὶ γεράεσσιν
Ἀντία βουλεύουσιν ἀδεισιθέοισι λογισμοῖς,
Οὐκέθ’ ὅλην βιότοιο διεκπερόωσιν ἀταρπόν,
Ὅσσοι περ μακάρεσσιν ἐλωβήσαντο θεοῖσιν
451b
Ὧν κεῖνοι θεόσεπτον ἕλον θεραπηίδα τιμήν.
ὁ μὲν οὖν θεὸς οὐ τοὺς τύπτοντας οὐδὲ τοὺς ὑβρίζοντας, ἀλλὰ τοὺς ἀποστεροῦντας τῶν τιμῶν εἶναι φησί θεοῖς ἐχθρούς· ὁ δὲ τυπτήσας ἱερόσυλος ἂν εἴη. ἐγὼ τοίνυν, ἐπειδήπερ εἰμὶ κατὰ μὲν τὰ πάτρια μέγας ἀρχιερεύς, ἔλαχον δὲ νῦν καὶ τοῦ Διδυμαίου
451c
προφητεύειν, ἀπαγορεύω σοι τρεῖς περιόδους σελήνης
μὴ τοι τῶν εἰς ἱερέα μηδὲν ἐνοχλεῖν· εἰ δὲἐν τούτῳ τῷ χρόνῳ φανείης ἄξιος, ἐπιστείλαντός μοι τοῦ τῆς πόλεως ἀρχιερέως, εἰ παραδεκτὸς εἴης ἡμῖν, ἐσαῦθις μετὰ τῶν θεῶν βουλεύσομαι. ταύτην ἐγώ σοι τῆς προπετείας ἐπιτίθημι ζημίαν.τὰς δὲ ἐκ τῶν θεῶν ἀρὰς πάλαι μὲν εἰώθεσαν οἱ παλαιοὶ λέγειν καὶ γράφειν, οὐ μὴν ἔμοιγε φαίνεται
451d
καλῶς ἔχειν· οὐδαμοῦ γὰρ αὐτοὶ πεποιηκότες οἱ θεοὶ φαίνονται. καὶ ἄλλως εὐχῶν εἶναι δεῖ διακόνους ἡμᾶς. ὅθεν οἶμαι καὶ συνεύχομαί σοι πολλὰ λιπαρήσαντι τοὺς θεοὺς ἀδείας τυχεῖν ὧν ἐπλημμέλησας.