Ἀλλ’ ἐπείπερ ὁ λόγος εἰς τὴν πάλαι ποθουμένην ἀρχὴν ἐλήλυθεν, ἄξιον εἶναί μοι δοκεῖ διελθεῖν ἐφεξῆς, ὁποῖός τις ὢν ὁ ἱερεὺς αὐτός τε δικαίως τιμηθήσεται καὶ τοὺς θεοὺς τιμᾶσθαι ποιήσει. τὸ γὰρ ἡμέτερον οὐ χρὴ σκοπεῖν οὐδὲ
297a
ἐξετάζειν, ἀλλὰ ἕως ἂν ἱερεύς τις ὀνομάζηται, τιμᾶν αὐτὸν χρὴ καὶ θεραπεύειν, εἰ δὲ εἴη πονηρός, ἀφαιρεθέντα τὴν ἱερωσύνην ὡς ἀνάξιον ἀποφανθέντα περιορᾶν· ἕως δὲ προθύει καὶ κατάρχεται καὶ παρίσταται τοῖς θεοῖς, ὡς τὸ τιμιώτατον τῶν θεῶν κτῆμα προσβλεπτέος ἐστὶν ἡμῖν μετὰ αἰδοῦς καὶ εὐλαβείας. ἄτοπον γάρ, εἰ τοὺς μὲν λίθους, ἐξ ὧν οἱ βωμοὶ πεποίηνται, διὰ τὸ καθιερῶσθαι τοῖς θεοῖς ἀγαπῶμεν, ὅτι μορφὴν ἔχουσι καὶ σχῆμα πρέπον,
297b
εἰς ἥν εἰσι κατεσκευασμένοι λειτουργίαν, ἄνδρα δὲ καθωσιωμένον τοῖς θεοῖς οὐκ οἰησόμεθα χρῆναι τιμᾶν. ἴσως ὑπολήψεταί τις· ἀλλὰ ἀδικοῦντα καὶ ἐξαμαρτάνοντα πολλὰ τῶν πρὸς
τοὺς θεοὺς ὁσίων; ἐγὼ δή φημι χρῆναι τὸν μὲν τοιοῦτον ἐξελέγχειν, ἵνα μὴ πονηρὸς ὢν ἐνοχλῇ τοὺς θεούς, ἕως δ’ ἂν ἐξελέγξῃ τις, μὴ ἀτιμάζειν.
297c
οὐδὲ γὰρ εὔλογον ἐπιλαβομένους ταύτης τῆς ἀφορμῆς οὐ τούτων μόνον, ἀλλὰ καὶ τῶν ἐπιτηδείων τιμᾶσθαι τὴν τιμὴν προσαφαιρεῖσθαι. ἔστω τοίνυν ὥσπερ ἄρχων, οὕτω δὲ καὶ ἱερεὺς πᾶς αἰδέσιμος, ἐπειδὴ καὶ ἀπόφασίς ἐστι θεοῦ τοῦ Διδυμαίου τοιαύτη·
Ὅσσοι ἐς ἀρητῆρας ἀτασθαλίῃσι νόοιο
Ἀθανάτων ῥέζους̓ ἀποφώλια, καὶ γεράεσσιν
297d
Ἀντία βουλεύουσιν ἀδεισιθέοισι λογισμοῖς,
Οὐκέθ’ ὅλην βιότοιο διεκπερόωσιν ἀταρπόν,
Ὅσσοι περ μακάρεσσιν ἐλωβήσαντο θεοῖσιν,
Ὧν κεῖνοι θεόσεπτον ἕλον θεραπηίδα τιμήν,
298a
καὶ πάλιν ἐν ἄλλοις ὁ θεός φησι
Πάντας μὲν θεράποντας ἐμοὺς ὀλοῆς κακότητος—,
καί φησιν ὑπὲρ τούτων δίκην ἐπιθήσειν αὐτοῖς.