[44] Ταῦτά σοι, ὦ φίλε Σαλούστιε, κατὰ τὴν τριπλῆν
157c
τοῦ θεοῦ δημιουργίαν ἐν τρισὶ μάλιστα νυξὶν ὡς οἷόν τε ἦν ἐπελθόντα μοι τῇ μνήμῃ καὶ γράψαι πρὸς σὲ ἐτόλμησα, ἐπεί σοι καὶ τὸ πρότερον εἰς τὰ Κρόνια γεγραμμένον ἡμῖν οὐ παντάπασιν
ἀπόβλητον ἐφάνη. τελειοτέροις δ’ εἰ βούλει περὶ τῶν αὐτῶν καὶ μυστικωτέροις λόγοις ἐπιστῆσαι, ἐντυχὼν τοῖς παρὰ τοῦ θείου γενομένοις Ἰαμβλίχου περὶ τῶν αὐτῶν τούτων συγγράμμασι τὸ τέλος
157d
ἐκεῖσε τῆς ἀνθρωπίνης εὑρήσεις σοφίας. δοίη δ’ ὁ μέγας Ἥλιος μηδὲν ἔλαττόν με τὰ περὶ αὐτοῦ γνῶναι, καὶ διδάξαι κοινῇ τε ἅπαντας, ἰδίᾳ δὲ τοὺς μανθάνειν ἀξίους. ἕως δέ μοι τοῦτο δίδωσιν ὁ θεός, κοινῇ θεραπεύωμεν τὸν τῷ θεῷ φίλον Ἰάμβλιχον, ὅθεν καὶ νῦν ὀλίγα ἐκ πολλῶν ἐπὶ νοῦν ἐλθόντα διεληλύθαμεν. ἐκείνου δὲ εὖ οἶδα ὡς οὐδεὶς ἐρεῖ τι τελειότερον, οὐδὲ εἰ πολλὰ πάνυ προσταλαιπωρήσας καινοτομήσειεν· ἐκβήσεται
158a
γάρ, ὡς εἰκός, τῆς ἀληθεστάτης τοῦ θεοῦ νοήσεως. ἦν μὲν οὖν ἴσως μάταιον, εἰ διδασκαλίας χάριν ἐποιούμην τοὺς λόγους, αὐτὸν μετ’ ἐκεῖνόν τι συγγράφειν, ἐπεὶ δὲ ὕμνον ἐθέλων διελθεῖν τοῦ θεοῦ χαριστήριον ἐν τούτῳ τόπον ὑπελάμβανον τοῦ περὶ τῆς οὐσίας αὐτοῦ φράσαι κατὰ δύναμιν τὴν ἐμήν, οὐ μάτην οἶμαι πεποιῆσθαι τοὺς λόγους τούσδε, τὸ
Κὰδ δύναμιν δ’ ἕρδειν ἱέρ’ ἀθανάτοισι θεοῖσιν
158b
οὐκ ἐπὶ τῶν θυσιῶν μόνον, ἀλλὰ καὶ τῶν εὐφημιῶν τῶν εἰς τοὺς θεοὺς ἀποδεχόμενος. εὔχομαι οὖν τρίτον ἀντὶ τῆς προθυμίας μοι ταύτης εὐμενῆ γενέσθαι τὸν βασιλέα τῶν ὅλων Ἥλιον, καὶ
δοῦναι βίον ἀγαθὸν καὶ τελειοτέραν φρόνησιν καὶ θεῖον νοῦν ἀπαλλαγήν τε τὴν εἱμαρμένην ἐκ τοῦ βίου πρᾳοτάτην ἐν καιρῷ τῷ προσήκοντι, ἄνοδόν
158c
τε ἐπ’ αὐτὸν τὸ μετὰ τοῦτο καὶ μονὴν παρ’ αὐτῷ, μάλιστα μὲν ἀίδιον, εἶ δὲ τοῦτο μεῖζον εἴη τῶν ἐμοὶ βεβιωμένων, πολλὰς πάνυ καὶ πολυετεῖς περιόδους.