τῶν καλλίστων
ἄθλων ταμίας,
καιρὸς δὲ καλεῖ
μηκέτι μέλλειν.
ἀλλὰ κλύοντες
τὰν ἁμετέραν
319a κήρυκα βοὰν
οἱ πρὶν βασιλῆς,
ἔθνεα πολλὰ
δουλωσάμενοι
καὶ πολέμοισι
δάιον ἔγχος
θήξαντες, ὁμοῦ
γνώμης τε μέγαν
πινυτόφρονα νοῦν,
ἴτ’, ἐς ἀντίπαλον
319b ἵστασθε κρίσιν,
οἷς τε φρόνησιν
τέλος ὀλβίστης
θέσθαι βιοτῆς,
οἷς τ’ ἀντιβίους
κακὰ πόλλ’ ἔρξαι
καὶ χρηστὰ φίλους
τέκμαρ βιότου
νενόμιστο καλοῦ,
οἷς θ’ ἡδίστην
ἀπόλαυσιν ἔχειν
319c τέρματα μόχθων
δαῖτάς τε γάμους τ’ ,
ὄμμασι τερπνά,
μαλακάς τε φέρειν
ἐσθῆτας ὁμοῦ
λιθοκολλήτοις
περὶ χεῖρας ἄκρας
ψελίοισι φάνη
μακαριστότατον.
νίκης δὲ τέλος
Ζηνὶ μελήσει.
The Caesars. Julian the Emperor. ed. Wilmer Cave Wright. London. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.