[9] Τί δέ; οὐχὶ καὶ τοῦ Κράτητος μουσικὰ καὶ χαρίεντα φέρεται πολλὰ δείγματα τῆς πρὸς τοὺς θεοὺς ὁσιότητός τε καὶ εὐλαβείας; ἄκουε γοῦν
213b
αὐτὰ παρ’ ἡμῶν, εἴ σοι μὴ σχολὴ γέγονε μαθεῖν ἐξ ἐκείνων αὐτά.
Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἀγλαὰ τέκνα,
Μοῦσαι Πιερίδες, κλῦτέ μοι εὐχομένῳ·
Χόρτον ἐμῇ συνεχῆ δότε γαστέρι, καὶ δότε χωρίς
Δουλοσύνης, ἣ δὴ λιτὸν ἔθηκε βίον.
Ὠφέλιμον δὲ φίλοις, μὴ γλυκερὸν τίθετε.
213c
Χρήματα δ’ οὐκ ἐθέλω συνάγειν κλυτά, κανθάρου ὄλβον
Μύρμηκός τ’ ἄφενος χρήματα μαιόμενος,
Ἀλλὰ δικαιοσύνης μετέχειν καὶ πλοῦτον ἀγείρειν
Εὔφορον, εὔκτητον, τίμιον εἰς ἀρετήν.
Τῶν δὲ τυχὼν Ἑρμῆν καὶ Μούσας ἱλάσομ’ ἁγνάς.
213d
Οὐ δαπάναις τρυφεραῖς, ἀλλ’ ἀρεταῖς ὁσίαις.
ὁρᾷς ὅτι τοὺς θεοὺς εὐφημῶν, οὐχὶ δὲ ὡς σὺ βλασφημῶν κατ’ αὐτῶν ηὔχετο; πόσαι γὰρ ἑκατόμβαι τῆς ὁσίας εἰσὶν ἀντάξιαι, ἣν καὶ ὁ δαιμόνιος Εὐριπίδης ὀρθῶς ὕμνησεν εἰπὼν
Ὁσία πότνα θεῶν, ὁσία;
ἢ τοῦτό σε λέληθεν, ὅτι πάντα, καὶ τὰ μεγάλα καὶ τὰ σμικρά, μετὰ τῆς ὁσίας τοῖς θεοῖς προσαγόμενα τὴν ἴσην ἔχει δύναμιν, ἐστερημένη δὲ τῆς ὁσίας οὐχ ἑκατόμβη μὰ θεούς, ἀλλὰ ἡ τῆς Ὀλυμπιάδος
214a
χιλιόμβη ἀνάλωμα μόνον ἐστίν, ἄλλο δὲ οὐδέν; ὅπερ οἶμαι γιγνώσκων ὁ Κράτης αὐτός τε διὰ μόνης ἧς εἶχεν ὁσίας τοὺς θεοὺς ἐτίμα σὺν εὐφημίᾳ καὶ τοὺς ἄλλους ἐδίδασκε μὴ τὰ δαπανήματα τῆς ὁσίας, ἀλλὰ τὴν ὁσίαν ἐκείνων προτιμᾶν ἐν ταῖς ἁγιστείαις. τοιούτω δὲ τὼ ἄνδρε τώδε γενομένω τὰ πρὸς τοὺς θεοὺς οὐκ ἀκροατήρια συνεκροτείτην οὐδ’ ὥσπερ οἱ σοφοὶ δι’ εἰκόνων καὶ μύθων τοῖς φίλοις συνεγιγνέσθην· λέγεται
214b
γὰρ ὑπ’ Εὐριπίδου καλῶς
Ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ·
σκιαγραφίας γάρ φησι τὸν ψευδῆ καὶ ἄδικον δεῖσθαι. τίς οὖν ὁ τρόπος αὐτοῖς τῆς συνουσίας ἐγίνετο; τῶν λόγων ἡγεῖτο τὰ ἔργα, καὶ οἱ τὴν πενίαν τιμῶντες αὐτοὶ πρῶτοι φαίνονται καὶ τῶν πατρῴων χρημάτων ὑπεριδόντες, οἱ τὴν ἀτυφίαν
214c
ἀσπασάμενοι πρῶτοι τὴν εὐτέλειαν ἤσκουν διὰ πάντων, οἱ τὸ τραγικὸν καὶ σοβαρὸν ἐκ τῶν ἀλλοτρίων ἐξαιροῦντες βίων ᾤκουν αὐτοὶ πρῶτοι τὰς ἀγορὰς ἢ τὰ τῶν θεῶν τεμένη, τῇ τρυφῇ δὲ καὶ πρὸ τῶν ῥημάτων διὰ τῶν ἔργων ἐπολέμουν, ἔργοις ἐλέγχοντες, οὐ λόγῳ βοῶντες, ὅτι τῷ Διὶ συμβασιλεύειν ἔξεστιν οὐδενὸς ἢ σμικρῶν πάνυ
δεόμενον οὐδὲ παρενοχλούμενον ὑπὸ τοῦ σώματος, ἐπετίμων δὲ τοῖς ἁμαρτάνουσιν, ἡνίκα ἔζων οἱ
214d
πταίσαντες, οὐκ ἀποθανόντας ἐβλασφήμουν, ἡνίκα καὶ τῶν ἐχθρῶν οἱ μετριώτεροι σπένδονται τοῖς ἀπελθοῦσιν. ἔχει δὲ ὅ γε ἀληθινὸς κύων ἐχθρὸν οὐδένα, κἂν τὸ σωμάτιον αὐτοῦ τις πατάξῃ, κἂν τοὔνομα περιέλκῃ, κἂν λοιδορῆται καὶ βλασφημῇ, διότι τὸ μὲν τῆς ἔχθρας γίνεται πρὸς ἀντίπαλον, τὸ δὲ ὑπερβαῖνον τὴν πρὸς
215a
ἕτερον ἅμιλλαν εὐνοίᾳ τιμᾶσθαι φιλεῖ· κἄν τις ἑτέρως ἔχῃ πρὸς αὐτόν, καθάπερ οἶμαι πολλοὶ πρὸς τοὺς θεούς, ἐκείνῳ μὲν οὐκ ἔστιν ἐχθρός, οὐδὲ γὰρ βλαβερός, αὐτὸς δὲ αὑτῷ βαρύτατον ἐπιτιθεὶς τίμημα τὴν τοῦ κρείττονος ἄγνοιαν ἔρημος λείπεται τῆς ἐκείνου προστασίας.