[5] Ἐμοὶ πόλις μέν ἐστι καὶ πατρὶς ὁ κόσμος, καὶ φίλοι θεοὶ καὶ δαίμονες
246b
καὶ πάντες ὅσοι καὶ ὁπουοῦν σπουδαῖοι. χρὴ δὲ καὶ τὴν οὗ γεγόναμεν τιμᾶν, ἐπειδὴ τοῦτο θεῖός ἐστι νόμος, καὶ πείθεσθαί γε οἷς ἂν ἐπιτάττῃ καὶ μὴ βιάζεσθαι μηδέ, ὅ φησιν ἡ παροιμία, πρὸς κέντρα λακτίζειν· ἀπαραίτητον γάρ ἐστι τὸ λεγόμενον ζυγὸν τῆς ἀνάγκης. οὐ μὴν ὀδυρτέον οὐδὲ θρηνητέον ἐφ’ οἷς ἐπιτάττει τραχύτερον, ἀλλὰ τὸ πρᾶγμα λογιστέον αὐτό. νῦν ἀπαλλάττεσθαι
246c
τὸν Ἀναξαγόραν ἀφ’ ἡμῶν κελεύει, καὶ τὸν ἄριστον οὐκ ὀψόμεθα τῶν ἑταίρων, δι’ ὃν ἠχθόμην μὲν τῇ νυκτί, ὅτι μοι τὸν φίλον οὐκ ἐδείκνυεν, ἡμέρᾳ δὲ καὶ ἡλίῳ χάριν ἠπιστάμην, ὅτι μοι παρεῖχεν ὁρᾶν οὗ μάλιστα ἤρων. ἀλλ’ εἰ μὲν ὄμματά σοι δέδωκεν ἡ φύσις, ὦ Περίκλεις, μόνον ὥσπερ τοῖς θηρίοις, οὐδὲν ἀπεικός ἐστι
246d
σε διαφερόντως ἄχθεσθαι· εἰ δέ σοι ψυχὴν ἐνέπνευσε
καὶ νοῦν ἐνῆκεν, ὑφ’ οὗ τὰ μὲν πολλὰ τῶν γεγενημένων καίπερ οὐ παρόντα νῦν ὁρᾷς διὰ τῆς μνήμης, πολλὰ δὲ καὶ τῶν ἐσομένων ὁ λογισμὸς ἀνευρίσκων ὥσπερ ὄμμασιν ὁρᾶν προσβάλλει τῷ νῷ, καὶ τῶν ἐνεστώτων οὐ τὰ πρὸ τῶν ὀμμάτων ἡ φαντασία μόνον ἀποτυπουμένη δίδωσιν αὐτῷ κρίνειν καὶ καθορᾶν, ἀλλὰ καὶ τὰ πόρρω καὶ μυριάσι σταδίων ἀπῳκισμένα
247a
τῶν γενομένων παρὰ πόδα καὶ πρὸ τῶν ὀφθαλμῶν δείκνυσιν ἐναργέστερον, τί χρὴ τοσοῦτον ἀνιᾶσθαι καὶ σχετλίως φέρειν; ὅτι δὲ οὐκ ἀμάρτυρος ὁ λόγος ἐστί μοι,
Νοῦς ὁρῇ καὶ νοῦς ἀκούει
φησὶν ὁ Σικελιώτης, οὕτως ὀξὺ χρῆμα καὶ τάχει χρώμενον ἀμηχάνῳ, ὥσθ’ ὅταν τινὰ τῶν δαιμόνων Ὅμηρος ἐθέλῃ κεχρημένον ἀπίστῳ πορείας ἐπιδεῖξαι τάχει,
Ὡς δ’ ὅτ’ ἂν ἀΐξῃ νόος ἀνέρος
247b
φησί. τούτῳ τοι χρώμενος ῥᾷστα μὲν Ἀθήνηθεν ὄψει τὸν ἐν Ἰωνίᾳ, ῥᾷστα δὲ ἐκ Κελτῶν τὸν ἐν Ἰλλυριοῖς καὶ Θρᾴκῃ, καὶ τὸν ἐν Κελτοῖς ἐκ Θρᾴκης καὶ Ἰλλυριῶν. καὶ γὰρ οὐδ’, ὥσπερ τοῖς φυτοῖς οὐκ ἔνι σώζεσθαι τὴν συνήθη χώραν μεταβάλλουσιν, ὅταν ἡ τῶν ὡρῶν ᾖ κράσις ἐναντία, καὶ τοῖς ἀνθρώποις συμβαίνει τόπον ἐκ τόπου μεταβάλλουσιν ἢ διαφθείρεσθαι παντελῶς ἢ τὸν τρόπον ἀμείβειν καὶ μετατίθεσθαι περὶ ὧν ὀρθῶς
247c
πρόσθεν ἐγνώκεσαν. οὔκουν οὐδὲ τὴν εὔνοιαν ἀμβλυτέραν ἔχειν εἰκός, εἰ μὴ καὶ μᾶλλον ἀγαπᾶν
καὶ στέργειν· ἕπεται γὰρ ὕβρις μὲν κόρῳ, ἔρως δὲ ἐνδείᾳ. καὶ ταύτῃ τοίνυν ἕξομεν βέλτιον, ἐπιτεινομένης ἡμῖν τῆς πρὸς ἀλλήλους εὐνοίας, καθέξομέν τε ἀλλήλους ἐν ταῖς ἑαυτῶν διανοίαις ἱδρυμένους ὥσπερ ἀγάλματα. καὶ νῦν μὲν ἐγὼ τὸν Ἀναξαγόραν, αὖθις δὲ ἐκεῖνος ὄψεται ἐμέ·
247d
κωλύει δὲ οὐδὲν καὶ ἅμα βλέπειν ἀλλήλους, οὐχὶ σαρκία καὶ νεῦρα καὶ μορφῆς τύπωμα, στέρνα τε ἐξεικασμένα πρὸς ἀρχέτυπον σώματος· καίτοι καὶ τοῦτο κωλύει τυχὸν οὐδὲν ταῖς διανοίαις ἡμῶν ἐμφαίνεσθαι· ἀλλ’ εἰς τὴν ἀρετὴν καὶ τὰς πράξεις καὶ τοὺς λόγους καὶ τὰς ὁμιλίας καὶ τὰς ἐντεύξεις, ἃς πολλάκις ἐποιησάμεθα μετ’ ἀλλήλων, οὐκ ἀμούσως ὑμνοῦντες παιδείαν καὶ δικαιοσύνην καὶ τὸν ἐπιτροπεύοντα νοῦν τὰ
248a
θνητὰ καὶ τὰ ἀνθρώπινα, καὶ περὶ πολιτείας καὶ νόμων καὶ τρόπων ἀρετῆς καὶ χρηστῶν ἐπιτηδευμάτων διεξιόντες, ὅσα γε ἡμῖν ἐπῄει ἐν καιρῷ τούτων μεμνημένοις. ταῦτα ἐννοοῦντες, τούτοις τρεφόμενοι τοῖς εἰδώλοις τυχὸν οὐκ ὀνείρων νυκτέρων ἰνδάλμασι προσέξομεν οὐδὲ κενὰ καὶ μάταια προσβαλεῖ τῷ νῷ φαντάσματα πονηρῶς ὑπὸ τῆς τοῦ σώματος κράσεως αἴσθησις διακειμένη. οὐδὲ γὰρ αὐτὴν παραληψόμεθα τὴν αἴσθησιν
248b
ὑπουργεῖν ἡμῖν καὶ ὑπηρετεῖσθαι· ἀλλ’ ἀποφυγὼν αὐτὴν ὁ νοῦς ἐμμελετήσει τούτοις πρὸς κατανόησιν καὶ συνεθισμὸν τῶν ἀσωμάτων
διεγειρόμενος· νῷ γὰρ δὴ καὶ τῷ κρείττονι σύνεσμεν, καὶ τὰ τὴν αἴσθησιν ἀποφυγόντα καὶ διεστηκότα τῷ τόπῳ, μᾶλλον δὲ οὐδὲ δεόμενα τόπου ὁρᾶν τε καὶ αἱρεῖν πεφύκαμεν, ὅσοις ἀξίως βεβίωται τῆς τοιαύτης θέας, ἐννοοῦντες αὐτὴν καὶ συναπτόμενοι.