[1]
240a
Ἀλλ’ εἰ μὴ καὶ πρὸς σὲ διαλεχθείην ὅσα πρὸς ἐμαυτὸν διελέχθην, ἐπειδή σε βαδίζειν ἐπυθόμην χρῆναι παρ’ ἡμῶν, ἔλαττον ἔχειν οἰήσομαι πρὸς παραψυχήν, ὦ φίλε ἑταῖρε, μᾶλλον δὲ οὐδὲ τὴν ἀρχὴν πεπορίσθαι τινὰ ῥᾳστώνην ἐμαυτῷ νομιῶ,
240b
ἧς σοί γε οὐ μεταδέδωκα. κοινωνήσαντας γὰρ ἡμᾶς ἀλλήλοις πολλῶν, μὲν ἀλγεινῶν, πολλῶν δὲ ἡδέων ἔργων τε καὶ λόγων, ἐν πράγμασιν ἰδίοις τε καὶ δημοσίοις, οἴκοι καὶ ἐπὶ στρατοπέδου, κοινὸν εὑρίσκεσθαι χρὴ τῶν παρόντων, ὁποῖά ποτ’ ἂν ᾖ, παιώνιον ἄκος. ἀλλὰ τίς ἂν ἡμῖν ἢ τὴν Ὀρφέως μιμήσαιτο λύραν ἢ τοῖς Σειρήνων ἀντηχήσειε μέλεσιν ἢ τὸ νηπενθὲς ἐξεύροι φάρμακον; εἴτε λόγος ἦν ἐκεῖνο πλήρης Αἰγυπτίων διηγημάτων, εἴθ’ ὅπερ αὐτὸς ἐποίησεν,
240c
ἐν τοῖς ἑπομένοις ἐνυφήνας τὰ Τρωικὰ πάθη, τοῦτο τῆς Ἑλένης παρ’ Αἰγυπτίων μαθούσης, οὐχ ὅσα Ἕλληνες καὶ Τρῶες ἀλλήλους ἔδρασαν, ἀλλὰ ποταποὺς εἶναι χρὴ τοὺς λόγους, οἳ τὰς μὲν ἀλγηδόνας ἀφαιρήσουσι τῶν ψυχῶν, εὐφροσύνης δὲ καὶ γαλήνης αἴτιοι καταστήσονται. καὶ γάρ πως ἔοικεν ἡδονὴ καὶ λύπη τῆς αὐτῆς κορυφῆς
241a
ἐξῆφθαι καὶ παρὰ μέρος ἀλλήλαις ἀντιμεθίστασθαι. τῶν προσπιπτόντων δὲ καὶ τὰ λίαν ἐργώδη φασὶν οἱ σοφοὶ τῷ νοῦν ἔχοντι φέρειν οὐκ ἐλάττονα τῆς δυσκολίας τὴν εὐπάθειαν, ἐπεὶ καὶ τὴν μέλιτταν ἐκ τῆς δριμυτάτης πόας τῆς περὶ τὸν Ὑμηττὸν φυομένης γλυκεῖαν ἀνιμᾶσθαι δρόσον καὶ τοῦ μέλιτος εἶναι δημιουργόν. ἀλλὰ καὶ τῶν σωμάτων ὅσα μὲν ὑγιεινὰ καὶ ῥωμαλέα
241b
καθέστηκεν, ὑπὸ τῶν τυχόντων τρέφεται σιτίων, καὶ τὰ δυσχερῆ δοκοῦντα πολλάκις ἐκείνοις οὐκ ἀβλαβῆ μόνον, ἀλλὰ καὶ τῆς ἰσχύος αἴτια γέγονεν· ὅσοις δὲ πονηρῶς ἔχει φύσει καὶ τροφῇ καὶ ἐπιτηδεύσει τὸ σῶμα, τὸν πάντα βίον νοσηλευομένοις, τούτοις καὶ τὰ κουφότατα βαρυτάτας εἴωθε προστιθέναι βλάβας. οὐκοῦν καὶ τῆς διανοίας ὅσοι μὲν οὕτως ἐπεμελήθησαν, ὡς μὴ παμπονήρως ἔχειν, ἀλλ’ ὑγιαίνειν μετρίως, εἰ καὶ μὴ κατὰ τὴν Ἀντισθένους καὶ Σωκράτους
241c
ῥώμην μηδὲ τὴν Καλλισθένους ἀνδρείαν μηδὲ τὴν Πολέμωνος ἀπάθειαν, ἀλλ’ ὥστε δύνασθαι τὸ μέτριον ἐν τοῖς τοιούτοις αἱρεῖσθαι, τυχὸν ἂν καὶ ἐν δυσκολωτέροις εὐφραίνοιντο.