[19] Ἀλλ’ ἐπειδὴ καθ’ αὑτὸν ὁ λόγος φερόμενος ἥκει πάλαι ποθῶν τὴν ξύνεσιν ἐπαινεῖν καὶ τὴν εὐβουλίαν, ἀποδοτέον. καὶ ὑπὲρ τούτων ὀλίγα πάλαι διεληλύθαμεν· ὁπόσα δὲ ἡμῖν ἐφαίνετο
73d
πρὸς τὰ τῶν ἡρώων ἐκείνων ἔχειν ξυγγένειαν, μεγάλα μικροῖς εἰκάζοντες, δι’ ὁμοιότητα διήλθομεν. δῆλον δὲ ἀποβλέψαντι πρὸς τὸ τῆς παρασκευῆς μέγεθος καὶ τῆς δυνάμενως τὴν περιουσίαν. τότε γὰρ ἥ τε Ἑλλὰς ἐκεκίνητο ξύμπασα καὶ Θρᾳκῶν μοῖρα καὶ Παιόνων τό τε τοῦ Πριάμου ξύμπαν ὑπήκοον,
Ὅσσον Λέσβος ἔσω Μάκαρος ἕδος ἐντὸς ἐέργει
Καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων.
74a
τὰ δὲ νῦν ἔθνη συνιόντα βασιλεῖ καὶ συμπολεμοῦντα τὸν πόλεμον καὶ τοὺς ἀντιταξαμένους καταριθμεῖν μὴ λῆρος ᾖ καὶ φλυαρία περιττὴ καὶ λίαν ἀρχαῖον. ὅσῳ δὲ μείζους αἱ συνιοῦσαι δυνάμεις, τοσούτῳ τὰ ἔργα προφέρειν εἰκός· ὥστε ἀνάγκη καὶ ταῦτα ἐκείνων ὑπεραίρειν. πλήθει γε μὴν ποῦ ποτε ἄξιον συμβαλεῖν; οἱ μὲν γὰρ περὶ
μιᾶς ἐμάχοντο πόλεως ξυνεχῶς, καὶ οὔτε Τρῶες ἀπελάσαι τοὺς Ἀχαιοὺς ἐπικρατοῦντες ἠδύναντο; οὔτε ἐκεῖνοι νικῶντες ἐξελεῖν καὶ ἀνατρέψαι τῶν Πριαμιδῶν τὴν ἀρχὴν καὶ τὴν βασιλείαν ἴσχυον,
74b
δεκαέτης δὲ αὐτοῖς ἀναλώθη χρόνος. βασιλεῖ δὲ πολλοὶ μέν εἰσιν ἀγῶνες· καὶ γὰρ ἀνεγράφη Γερμανοῖς τοῖς ὑπὲρ τοῦ Ῥήνου πολεμῶν, τά τε ἐπὶ τῷ Τίγρητι ζεύγματα καὶ τῆς Παρθυαίων δυνάμεως καὶ τοῦ φρονήματος ἔλεγχος οὐ φαῦλος, ὅτε οὐχ ὑπέμενον ἀμῦναι τῇ χώρᾳ πορθουμένῃ, ἀλλὰ περιεῖδον ἅπασαν τμηθεῖσαν τὴν εἴσω
74c
Τίγρητος καὶ Λύκου, τῶν γε μὴν πρὸς τὸν τύραννον πραχθέντων ὅ τε ἐπὶ Σικελίαν ἔκπλους καὶ ἐς Καρχηδόνα, Ἠριδανοῦ τε αἱ προκαταλήψεις τῶν ἐκβολῶν ἁπάσας αὐτοῦ τὰς ἐν Ἰταλίᾳ δυνάμεις ἀφελόμεναι, καὶ τὸ τελευταῖον καὶ τρίτον πάλαισμα περὶ ταῖς Κοττίαις Ἄλπεσιν, ὃ δὴ βασιλεῖ μὲν παρέσχεν ἀσφαλῆ καὶ τοῦ μέλλοντος ἀδεᾶ τὴν ὑπὲρ τῆς νίκης ἡδονήν, τὸν δὲ ἡττηθέντα δίκην ἐπιθεῖναι δικαίαν αὑτῷ καὶ τῶν ἐξειργασμένων
74d
πάνυ ἀξίαν κατηνάγκασε.